Αυγουστίνος Καντιώτης



Archive for the ‘ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ’ Category

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ (Πραξ.6,1-7) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΕΚΛΟΓΗ ΤΩΝ ΕΠΤΑ ΔΙΑΚΟΝΩΝ

author Posted by: Επίσκοπος on date Μαι 18th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

Πράξεις των Αποστόλων, κεφ. ΣΤ΄, εδάφια 1-7

Ιερος Χρυσοστομος1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν ῾Ελληνιστῶν πρὸς τοὺς ῾Εβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ῾Αγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ῾Αγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον ᾿Αντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ῾Ιερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ᾿Ιουδαίων ὑπήκουον τῇ πίστει.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΕΚΛΟΓΗ ΤΩΝ ΕΠΤΑ ΔΙΑΚΟΝΩΝ
[υπομνηματισμός των χωρίων Πράξ.6,1-7]
Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ (Ιων.20,19-31) & YΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Μαι 12th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ

Κατά Ιωάννην, κεφάλαιο Κ΄, εδάφια 19-31

ψηλαφ.19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. 25 Ἒλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἒρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

YΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ
ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ
Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ (Πραξ. 5,12-20) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Μαι 11th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ

Πράξεις των Αποστόλων, κεφ. Ε΄, εδάφια 11-21

Ιερος Χρυσοστομος12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἂγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· 20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός(:Στο μεταξύ με τα χέρια των αποστόλων γίνονταν συνεχώς πολλά εκπληκτικά και εξαιρετικά θαύματα, που επιβεβαίωναν ότι η διδασκαλία τους ήταν αληθινή και προκαλούσαν κατάπληξη στον λαό. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ (Ιω. 12,1-18) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΘΡΙΑΜΒΕΥΤΙΚΗ ΕΙΣΟΔΟ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΣΤΑ ΙΕΡΟΣΟΛΥΜΑ

author Posted by: Επίσκοπος on date Απρ 28th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ

Κατά Ιωάννην, κεφ.ΙΒ΄, εδάφια 1-18

Βαϊων1 Ὁ οὖν ᾿Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. 2 Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 3 Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 Εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7 Εἶπεν οὖν ὁ ᾿Ιησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8 Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 9 ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν.
12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. 14 Εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστι γεγραμμένον· 15 μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. 16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.18 Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΘΡΙΑΜΒΕΥΤΙΚΗ ΕΙΣΟΔΟ
ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
ΣΤΑ ΙΕΡΟΣΟΛΥΜΑ

Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ (Φιλιπ.4,4-9) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Απρ 27th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ

Προς Φιλιππησίους, κεφ. Δ΄, εδάφια 4-9

4 Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. 5 Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς. 6 μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. 7Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ. 8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· 9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

Read more »

Αγιου Γρηγοριου του Παλαμα ΟΜΙΛΙΑ ΣΤΗΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

author Posted by: Επίσκοπος on date Απρ 27th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Αγιου Γρηγοριου του Παλαμα

ΟΜΙΛΙΑ ΣΤΗΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

Βαϊων«Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους (:Στον κατάλληλο και ευνοϊκό καιρό σε άκουσα με προσοχή και σε ημέρα που δίνεται η σωτηρία, σε βοήθησα και σε έπλασα και σε έδωσα για να συναφθεί Διαθήκη με τα έθνη, για να αποκατασταθεί η γη με τους κατοίκους της και να κληρονομήσεις ερημωμένες εκτάσεις και λαούς ως μόνιμο κτήμα κληρονομίας ηθικής)», είπε ο Θεός μέσω του Ησαΐα[Ησ. 49,8]. Καλό λοιπόν είναι να πω σήμερα το αποστολικό εκείνο προς την αγάπη σας: «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας Να λοιπόν, τώρα είναι καιρός κατάλληλος, να, τώρα είναι ημέρα σωτηρίας)»[Β΄ Κορ. 6,2]· «ἡ νὺξ προέκοψεν͵ ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους͵ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός»(:Η ζωή αυτή, που μοιάζει με νύχτα σκοτεινή, προχώρησε, ενώ η ημέρα της άλλης ζωής πλησίασε. Κι αν ακόμη δεν έλθει ο Κύριος σύντομα με την ένδοξη δευτέρα Του παρουσία, έρχεται όμως για τον καθένα μας με τον θάνατο. Πλησιάζει λοιπόν για τον καθένα μας η ημέρα της άλλης ζωής. Ας αποθέσουμε λοιπόν σαν νυκτερινά ενδύματα τα έργα της αμαρτίας, που γίνονται στο σκοτάδι, και ας ντυθούμε σαν άλλα όπλα τα φωτεινά έργα της αρετής)»[Ρωμ. 13,12]. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΛΑΖΑΡΟΥ (Ιω.11,1-45) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΛΑΖΑΡΟΥ

author Posted by: Επίσκοπος on date Απρ 26th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΛΑΖΑΡΟΥ

Κατά Ιωάννην, κεφάλαιο ΙΑ΄, εδάφια 1-45

Ο ΚΥΡΙΟΣ ΜΟΥ1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4 Ἀκούσας δὲ ὁ ᾿Ιησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς. 5 Ἠγάπα δὲ ὁ ᾿Ιησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν ᾿Ιουδαίαν πάλιν.8 Λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ᾿Ιουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 Ἀπεκρίθη ᾿Ιησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Read more »

Ομιλια του Ιερου Χρυσοστομου, ΠΕΡΙ ΤΟΥ ΟΜΟΟΥΣΙΟΥ – ΣΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟ ΛΑΖΑΡΟ

author Posted by: Επίσκοπος on date Απρ 26th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Ιερου Χρυσοστομου, ΠΕΡΙ ΤΟΥ ΟΜΟΟΥΣΙΟΥ

Ομιλία Θ΄:ΣΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟ ΛΑΖΑΡΟ

Ιερος ΧρυσοστομοςΟ Λάζαρος σήμερα με την ανάστασή του από τους νεκρούς, μάς χαρίζει την λύση πολλών και διαφόρων σκανδάλων. Πραγματικά δεν ξέρω πώς το ανάγνωσμα αυτό έδωσε και στους αιρετικούς λαβή και στους Ιουδαίους αφορμή για αντιλογία, όχι επειδή πραγματικά υπάρχει τέτοια αφορμή, μακριά μια τέτοια σκέψη, αλλά επειδή εκείνοι είναι κακόψυχοι. Πολλοί δηλαδή από τους αιρετικούς λένε ότι ο Υιός δεν είναι όμοιος με τον Πατέρα. Γιατί; «Διότι χρειάστηκε», λένε, «ο Χριστός να προσευχηθεί για να αναστήσει τον Λάζαρο· εάν δεν προσευχόταν δεν θα μπορούσε να αναστήσει τον Λάζαρο. Και πώς», λένε, «μπορεί να είναι όμοιος εκείνος που προσευχήθηκε με εκείνον που δέχθηκε την παράκληση; Διότι ο μεν Υιός προσεύχεται, ενώ ο Πατέρας δέχτηκε την προσευχή από εκείνον που τον παρακαλούσε». Βλασφημούν όμως αυτοί μην μπορώντας να καταλάβουν ότι η προσευχή έγινε από συγκατάβαση και εξαιτίας της πνευματικής αδυναμίας των παρευρισκομένων εκεί.
Πες μου δηλαδή, ποιος είναι ανώτερος, εκείνος που νίβει τα πόδια, ή εκείνος του οποίου νίβει τα πόδια; Οπωσδήποτε φυσικά ανώτερος είναι εκείνος του οποίου ένιψε τα πόδια εκείνος που τα ένιψε. Αλλά ο Σωτήρας ένιψε τα πόδια του προδότη Ιούδα, διότι αυτός ήταν μαζί με τους άλλους μαθητές [Ιω.13,5: Read more »

Ο ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ Ο ΠΑΛΑΜΑΣ ΓΙΑ ΤΗ ΘΕΑΡΕΣΤΗ ΝΗΣΤΕΙΑ ΚΑΙ ΤΗΝ ΨΥΧΟΣΩΤΗΡΙΑ ΕΛΕΗΜΟΣΥΝΗ

author Posted by: Επίσκοπος on date Απρ 23rd, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Ε΄ ΚΥΡΙΑΚH ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Ο ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ Ο ΠΑΛΑΜΑΣ

     ΓΙΑ ΤΗ ΘΕΑΡΕΣΤΗ ΝΗΣΤΕΙΑ ΚΑΙ ΤΗΝ ΨΥΧΟΣΩΤΗΡΙΑ ΕΛΕΗΜΟΣΥΝΗ

     Υπάρχουν μερικά θαλάσσια μέρη που τρέφουν μεγάλα κητώδη θηρία. Όσοι λοιπόν πλέουν σε αυτά τα μέρη κρεμούν κώδωνες στα πλευρά των πλοίων, ώστε τα θηρία τρομαγμένα από τον ήχο τους να φεύγουν. Και του δικού μας βίου η θάλασσα τρέφει πολλά και φοβερότερα θηρία, τα πονηρά πάθη δηλαδή και τους εφόρους των παθών, τους δαίμονες, που είναι πονηρότεροι. Επιπλέει σε αυτή τη θάλασσα σαν πλοίο η Εκκλησία του Θεού και αντί για κώδωνες έχει τους πνευματικούς διδασκάλους, ώστε με τον ιερό ήχο της διδασκαλίας τους νʼ απομακρύνει τα νοητά θηρία. Αυτό προφανώς προτυπώνοντας η στολή του Ααρών, είχε εύηχους κώδωνες ραμμένους στα άκρα της και σύμφωνα με όσα είχαν θεσμοθετηθεί, έπρεπε να ακούγεται ο ήχος τους, όταν λειτουργούσε ο Ααρών. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Ε ΝΗΣΤΕΙΩΝ (Ματθ.20,20-28) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΟ ΑΙΤΗΜΑ ΤΩΝ ΥΙΩΝ ΤΟΥ ΖΕΒΕΔΑΙΟΥ

author Posted by: Επίσκοπος on date Απρ 21st, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Ε΄ΝΗΣΤΕΙΩΝ

Κατά Μάρκον, κεφ. Ι΄, εδάφια 32-45

  • ++32 ῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ ᾿Ιησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, 33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
    35 Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. 36 Ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν; 37 Οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 Οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.

Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Ε ΝΗΣΤΕΙΩΝ (Εβρ.9,11-14) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Απρ 20th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Ε΄ΝΗΣΤΕΙΩΝ

Προς Εβραίους, κεφ. Θ΄, εδάφια 11-14

11 Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως, 12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος 13 Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

Ιερος Χρυσοστομος«Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου(:Ο Χριστός ήλθε ως αρχιερέας των μελλοντικών αγαθών, των αγαθών δηλαδή της Καινής Διαθήκης. Και εισήλθε στα επουράνια Άγια των Αγίων μέσα από μία ανώτερη και τελειότερη σκηνή, που δεν κατασκευάστηκε από χέρια ανθρώπων. Δηλαδή δεν εισήλθε μέσα από μία επίγεια σκηνή, όπως ήταν η Σκηνή του Μαρτυρίου, αλλά δεδομένου ότι το σώμα Του ήταν η σκηνή και κατοικία του Θεού Λόγου, ασυγκρίτως ανώτερη και τελειότερη, εισήλθε μέσα από τη σκηνή αυτή του σώματός Του)»[Εβρ.9,11]. Read more »

OMOΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ (Ματθ. 10,32) – «ΟΥΑΙ ΤΟΙΣ ΔΕΙΛOΙΣ» (Ἀποκαλ. Ιωαν. 21,8) – Ὁμιλια Μητροπολιτου Φλωρινης Αυγουστινου Καντιωτου (βιντεο) 2. «Αλλοτριας δε βοτανης απεχεσθαι, ήτις εστιν αιρεσις». (ΜΕΡΟΣ Β΄ – Νικ. Σακαλακη)

author Posted by: Επίσκοπος on date Απρ 16th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

OMOΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ (Ματθ. 10,32).
«ΟΥΑΙ ΤΟΙΣ ΔΕΙΛOΙΣ» (Ἀποκάλ. Ιωάν. 21,8)

Ὁμιλία Μητροπολίτου Φλωρίνης π. Αυγουστινου Καντιωτου

——-

———

fb76bf1

«Αλλοτριας δε βοτανης απεχεσθαι,
ήτις εστιν αιρεσις».

(ΜΕΡΟΣ Β΄)

Μερος Β

Read more »

Αγίου Γρηγοριου του Παλαμα- ΟΜΙΛΙΑ ΣΤΗΝ Δ΄ ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ (Έχει θεμα το ευαγγελιο που αναγιγνωσκεται κατ’ αυτην, οπου γινεται λογος και για την επιμελεια των εσωτερικων λογισμων)

author Posted by: Επίσκοπος on date Απρ 15th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Αγίου Γρηγορίου του Παλαμά

        ΟΜΙΛΙΑ ΣΤΗΝ Δ΄ ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ

           (Έχει θέμα το ευαγγέλιο που αναγιγνώσκεται κατ’ αυτήν,

          όπου γίνεται λόγος και για την επιμέλεια των εσωτερικών λογισμών)      

    ΕΥΑΓΓΕΛΙΟ ΙΣΧΣ Πολλές φορές μίλησα προς την αγάπη σας σχετικά με τη νηστεία και την προσευχή, ιδιαίτερα μάλιστα αυτές τις ιερές ημέρες· εναπέθεσα ακόμη στις φιλόθεες ακοές και ψυχές σας ποια δώρα προσφέρουν σε εκείνους που τις αγαπούν και τις καλλιεργούν και πόσων αγαθών πρόξενοι γίνονται σε αυτούς που τις ασκούν, πράγμα που επιβεβαιώνεται γι’ αυτές κυρίως από τη φωνή του Κυρίου που διαβάζεται σήμερα στο ευαγγέλιο.

     Ποια λοιπόν είναι αυτά τα οφέλη; Είναι μεγάλα, τα μεγαλύτερα όλων θα λέγαμε· διότι εκτός από τα άλλα μπορούν να παράσχουν και εξουσία κατά πονηρών πνευμάτων, ώστε να τα εκβάλλουν και να τα απελαύνουν, και τους δαιμονισμένους να τους ελευθερώνουν από την επήρειά τους. Όταν πραγματικά οι μαθηταί είπαν προς τον Κύριο περί του αλάλου και κωφού δαιμονίου, και Τον ρώτησαν: «διατί μες οκ δυνήθημεν κβαλεν ατό;(:Γιατί εμείς δεν μπορέσαμε να βγάλουμε το δαιμόνιο αυτό;)»[Ματθ.17,19], είπε προς αυτούς ο Κύριος: «Τοτο δ τ γένος οκ κπορεύεται ε μ ν προσευχ κα νηστεί(:Αυτό το είδος των δαιμόνων δεν βγαίνει από τον άνθρωπο που έχει καταληφθεί από αυτό, παρά μόνο με προσευχή που συνοδεύεται και με νηστεία, ώστε η προσευχή να γίνεται με διάνοια όσο δυνατόν ελαφρότερη και περισσότερο προσηλωμένη στον Θεό)»[Ματθ.17,21]. Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ ΝΗΣΤΕΙΩΝ (Εβρ.6,13 έως 20) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Απρ 14th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ ΝΗΣΤΕΙΩΝ

Προς Εβραίους, κεφάλαιο ΣΤ΄, εδάφια 13-20

  • Αποστ.Παυλος13 Τῷ γὰρ ᾿Αβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, 14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. 16 ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· 17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ᾿Ιησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Τῷ γάρ᾿Αβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ λέγων(:Οι επαγγελίες του Θεού θα πραγματοποιηθούν οπωσδήποτε· διότι όταν έδωσε ο Θεός τις επαγγελίες στον Αβραάμ, ορκίστηκε ότι θα τις πραγματοποιήσει. Και επειδή δεν είχε κανένα ανώτερό Του ο Θεός να ορκιστεί σε Αυτόν, ορκίστηκε στον εαυτό Του και είπε:) ‘’Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε’’(:‘’Σου υπόσχομαι αληθινά ότι θα σε ευλογήσω πολύ πλούσια και θα πληθύνω πάρα πολύ τους απογόνους σου)· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας(:Έτσι πήρε ο Αβραάμ την υπόσχεση του Θεού. Και αφού περίμενε με υπομονή πολλά χρόνια, πέτυχε την εκπλήρωση της ευλογίας που του υποσχέθηκε ο Θεός, ως προς το σημείο που αναφερόταν στην επίγεια ζωή του. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ ΝΗΣΤΕΙΩΝ (Μαρκ.9,14-29) & Ο ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΣΕΛΗΝΙΑΖΟΜΕΝΟΥ ΝΕΟΥ

author Posted by: Επίσκοπος on date Απρ 14th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ

Κατά Μάρκον, κεφ. Θ΄, εδάφια 14-29

++14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. 15 καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησε τοὺς γραμματεῖς· τί συζητεῖτε πρὸς ἑαυτούς; 17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 29 καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.

Ο ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ
ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΣΕΛΗΝΙΑΖΟΜΕΝΟΥ ΝΕΟΥ

Read more »