Αυγουστίνος Καντιώτης



Archive for the ‘ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ’ Category

ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Α ΛΟΥΚΑ (Τιμ.Β 3,10-15) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 22nd, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Α΄ΛΟΥΚΑ

Προς Τιμόθεον Β΄, κεφάλαιο Γ΄, εδάφια 10-15

  • Ιερος Χρυσοστομος10 Σύ δέ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν ᾽Αντιοχείᾳ, ἐν ᾽Ικονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. 12 Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾽Ιησοῦ. 16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Σύ δέ παρηκολοθηκς μου τ διδασκαλίᾳ(:Εσύ όμως έχεις παρακολουθήσει τη διδασκαλία μου)»[Β΄Τιμ.3,10]. «Ο στόχος σου ήταν να είσαι ισχυρός· δεν ήρθες απλώς, αλλά ‘’έχεις παρακολουθήσει’’». Εδώ δηλώνει ότι ο χρόνος ήταν πολύς, με το να πει «έχεις παρακολουθήσει τη διδασκαλία μου»: αυτό λέγεται για τον λόγο, την προφορική διδασκαλία του Παύλου· «τ γωγῇ(:τη γενικότερη συμπεριφορά μου)»: αυτό λέγεται για τον βίο του· «τ προθσει (:την πρόθεση και τα ελατήριά μου)»: αυτό λέγεται για την προθυμία και την καρτερικότητα της ψυχής του. «Αυτά», λέγει, «δεν τα έλεγα χωρίς να τα εφαρμόζω και ούτε φιλοσοφούσα μόνο με λόγια». Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ (Μάρκ. 8,34-38 και 9,1) & ΟΜΙΛΙΑ ΤΟΥ ΙΕΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΓΙΑ ΤΗΝ ΑΥΤΑΠΑΡΝΗΣΗ ΠΟΥ ΟΔΗΓΕΙ ΣΤΗ ΣΩΤΗΡΙΑ

author Posted by: Επίσκοπος on date Σεπ 17th, 2023 | filed Filed under: ΕΥΑΓΓΕΛΙΑ ΚΥΡΙΑΚΗΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ
ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Κατά Μάρκον, κεφάλαιο Η΄, εδάφια 34-38 και κεφάλαιο Θ΄, εδάφιο 1

  • ++ΚΕΦΑΛΑΙΟ Η΄: 34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
    ΚΕΦΑΛΑΙΟ Θ΄: 1Καί ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΥΤΑΠΑΡΝΗΣΗ ΠΟΥ ΟΔΗΓΕΙ ΣΤΗ ΣΩΤΗΡΙΑ Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ (Γαλ. 2, 16-20) & EΡMHNEIA ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 16th, 2023 | filed Filed under: ΑΠΟΣΤΟΛΟΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ

Προς Γαλάτας, κεφάλαιο Β΄, εδάφια 16-20

  • Αποστ.Παυλος16 Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. 18 Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ [: Γαλ. 2, 16-20]

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ(:Επειδή όμως μάθαμε από τη δική μας πείρα ότι δεν γίνεται δίκαιος ο άνθρωπος και δεν σώζεται με την τήρηση των τυπικών διατάξεων του μωσαϊκού νόμου, αλλά μόνο με την πίστη στον Ιησού Χριστό, γι’ αυτό λοιπόν και εμείς πιστέψαμε στον Ιησού Χριστό, για να γίνουμε δίκαιοι και να σωθούμε από την πίστη στον Χριστό και όχι από τα έργα του μωσαϊκού νόμου· διότι όπως αναφέρεται και στους Ψαλμούς, με τα έργα του νόμου δεν θα δικαιωθεί και δεν θα σωθεί κανένας άνθρωπος)»[Γαλ.2,16· ερμ. απόδοση Παν. Τρεμπέλα]. Read more »

Ομιλια του Αγιου Γρηγοριου του Παλαμα ΣΤΟΝ ΤΙΜΙΟ ΚΑΙ ΖΩΟΠΟΙΟ ΣΤΑΥΡΟ

author Posted by: Επίσκοπος on date Σεπ 15th, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Αγίου Γρηγορίου του Παλαμά

ΣΤΟΝ ΤΙΜΙΟ ΚΑΙ ΖΩΟΠΟΙΟ ΣΤΑΥΡΟ

ΣΧΙΖΕΙ ΤΟΝ ΑΡΑΦΟ ΧΙΤΩΝΑ ΤΟΥ ΧΡΙΣΤΟΥΟ Σταυρός του Χριστού προαναγγελλόταν και προτυπωνόταν μυστικά από παλαιές γενεές, και κανείς ποτέ δεν συμφιλιώθηκε με τον Θεό χωρίς τη δύναμη του Σταυρού. Πραγματικά μετά την προγονική εκείνη παράβαση στον παράδεισο του Θεού δια του δέντρου, η μεν αμαρτία αναπτύχθηκε, εμείς δε πεθάναμε, έχοντας υποστεί και πριν από τον σωματικό θάνατο, τον θάνατο της ψυχής, όπως προκύπτει από τον χωρισμό της από τον Θεό. Όσο ζούσαμε μετά την παράβαση, ζούσαμε στην αμαρτία και τη σαρκική ζωή· η δε αμαρτία «τ γρ νόμ το Θεο οχ ποτάσσεται· οδ γρ δύναται· ο δ ν σαρκ ντες Θε ρέσαι ο δύνανται (:δεν υποτάσσεται στον νόμο του Θεού, επειδή ούτε έχει και τη δύναμη να υποταχθεί. Όσοι λοιπόν είναι παραδομένοι σε σαρκική και κοσμική ζωή δεν μπορούν να αρέσουν στον Θεό)»[Ρωμ. 8, 7-8]. Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ (Α Κορ. 1,18-25) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 14th, 2023 | filed Filed under: ΑΠΟΣΤΟΛΟΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Α΄προς Κορινθίους, κεφάλαιο Α΄, εδάφια 18-25

nea epxi18 ῾Ο λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 Ἐπειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ ῞Ελληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾿Ιουδαίοις μὲν σκάνδαλον, ῞Ελλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· 25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ (Ιω.19,16-37). Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΟΣΑ ΣΥΝΕΒΗΣΑΝ ΚΑΤΑ ΤΗΝ ΣΤΑΥΡΩΣΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

author Posted by: Επίσκοπος on date Σεπ 14th, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Κατά Ιωάννην, κεφάλαιο ΙΘ΄, εδάφια 6-37

++6 Καὶ λέγει αὐτοῖς· ἴδε ὁ ἄνθρωπος. Ὃτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7 Ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν. 8 ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶ σύ; Ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 11 Ἀπεκρίθη ᾿Ιησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 Ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ ᾿Ιουδαῖοι ἔκραζον λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. 13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 Οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
17 Παρέλαβον δὲ τὸν ᾿Ιησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ᾿Ιησοῦν. 19 Ἒγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. 20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί, ῾Ελληνιστί, Ρωμαϊστί. 21 Ἒλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ᾿Ιουδαίων· μὴ γράφε, ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι τῶν ᾿Ιουδαίων. 22 Ἀπεκρίθη ὁ Πιλᾶτος· ὃ γέγραφα, γέγραφα.
23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ᾿Ιησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου. 24 Εἶπον οὖν πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 ᾿Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου. 27 Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. 28 Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· Διψῶ. 29 Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 Ὃτε οὖν ἔλαβε τὸ ὄξος ὁ ᾿Ιησοῦς εἶπε, τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ (Ιω.3,13-17)

author Posted by: Επίσκοπος on date Σεπ 10th, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ
ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Κατά Ιωάννην, κεφάλαιο Γ΄, εδάφια 13-17

13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΟΝ ΔΙΑΛΟΓΟ ΤΟΥ ΚΥΡΙΟΥ ΜΕ ΤΟΝ ΝΙΚΟΔΗΜΟ

Read more »

H AΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ (Γαλ.6,11-18) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 9th, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

H AΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ
ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Προς Γαλάτας, κεφάλαιο ΣΤ΄, εδάφια 11-18

Αποστ.Παυλος11῎Ιδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 Ὃσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 Ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾿Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«῎Ιδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί(:Δείτε με πόσο μεγάλα γράμματα σας έγραψα με το ίδιο μου το χέρι)»[Γαλ.6,11]. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΟΥ ΓΕΝΕΣΙΟΥ ΤΗΣ ΘΕΟΤΟΚΟΥ – Αγίου Γρηγορίου του Παλαμά ΣΤΗΝ ΣΩΤΗΡΙΑ ΓΕΝΝΗΣΗ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΗΣ ΔΕΣΠΟΙΝΑΣ ΜΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

author Posted by: Επίσκοπος on date Σεπ 8th, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΟΥ ΓΕΝΕΣΙΟΥ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Κατά Λουκάν, κεφάλαιο Ι΄, εδάφια 38-42 και κεφάλαιο ΙΑ΄, εδάφια 27-28

Κεφ.Ι΄ 38 ᾿Εγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.
Κεφ.ΙΑ΄ 27 ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 Αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Αγίου Γρηγορίου του Παλαμά

ΣΤΗΝ ΣΩΤΗΡΙΑ ΓΕΝΝΗΣΗ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΗΣ

ΔΕΣΠΟΙΝΑΣ ΜΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Πράγματι κάθε καιρός είναι κατάλληλος για να γίνει αρχή ενός σωτήριου τρόπου ζωής. Και για να δηλώσει αυτό έλεγε ο μέγας Παύλος: «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας(:Να λοιπόν, τώρα είναι καιρός κατάλληλος, να, τώρα είναι ημέρα σωτηρίας)»[Β΄Κορ.6,2]· Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΓ ΜΑΤΘΑΙΟΥ (Α Κορ.16,13-24) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 3rd, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΓ΄ΜΑΤΘΑΙΟΥ

Α΄ προς Κορινθίους, κεφάλαιο ΙΣΤ΄, εδάφια 13-24

13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς ᾿Αχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ ᾿Αχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ᾿Επιγινώσκετε οὖν τοὺς τοιούτους. 19᾿Ασπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ᾿Ασίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ ᾿Ακύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21 ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. 23 ῾Η χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 24 Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

Στη συνέχεια ο απόστολος Παύλος, για να δείξει ότι όχι στους διδασκάλους, αλλά και στους εαυτούς τους πρέπει να έχουν τις ελπίδες της σωτηρίας τους, λέγει: «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει (:Προσέχετε σαν άγρυπνοι φρουροί. Μένετε σταθεροί και όρθιοι στην πίστη)»· στην πίστη, όχι στην κοσμική σοφία· διότι δεν είναι δυνατόν στη διαρκώς μεταβαλλόμενη κοσμική σοφία να μένει σταθερός κανείς, αλλά διαρκώς περιφέρεται· όπως ακριβώς βέβαια, αντιθέτως, στην πίστη μπορεί να μένει σταθερός. «Ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω (:Να αγωνίζεστε σαν άντρες γενναίοι. Πάρτε δύναμη και θάρρος. Όλα όσα κάνετε, ας γίνονται με αγάπη)»[Α΄Κορ.16,13-14]. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΓ ΜΑΤΘΑΙΟΥ (Ματθ.21,33-46). Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΑΜΠΕΛΟΥ ΚΑΙ ΤΩΝ ΚΑΚΩΝ ΔΙΑΧΕΙΡΙΣΤΩΝ ΤΗΣ

author Posted by: Επίσκοπος on date Σεπ 3rd, 2023 | filed Filed under: ΕΥΑΓΓΕΛΙΑ ΚΥΡΙΑΚΗΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΓ΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφάλαιο ΚΑ΄, εδάφια 33-46

ΕΧΘΡΟΙ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ ιστ33 ῎Αλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 34 Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 Ὑστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ (Ματθ. 13, 53-58) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 2nd, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Κατά Ματθαίον, κεφ. ΙΓ΄, εδάφια 53-58

++53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 Oὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Oὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωσῆς καὶ Σίμων καὶ ᾿Ιούδας; 56 Kαὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 Kαὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν (:Και όταν ο Ιησούς τελείωσε τις παραβολές αυτές, αναχώρησε από εκεί)»[Ματθ.13,53].Γιατί είπε ο Κύριος τις παραβολές αυτές; Επειδή επρόκειτο και άλλες να πει. Και για ποιο λόγο μεταβαίνει από εκεί; Επειδή ήθελε να σπείρει παντού τον λόγο.
«Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν (:Και αφού ήλθε στην πατρίδα Του, δίδασκε τους κατοίκους της στη συναγωγή τους)». Και ποια πόλη ονομάζει τώρα πατρίδα Του; Εγώ νομίζω τη Ναζαρέτ· διότι λέγει: «Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς(:Και δεν έκανε εκεί πολλά θαύματα)»[Ματθ.13,58]· ενώ στην Καπερναούμ έκανε θαύματα. Για τον λόγο αυτόν και έλεγε: Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ (Α Τιμ.2,1-7) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Σεπ 1st, 2023 | filed Filed under: ΑΠΟΣΤΟΛΟΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Α΄προς Τιμόθεον, κεφ. Β΄, εδάφια 1-7

Αποστ.Παυλος1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, 7 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν(:Σύμφωνα λοιπόν με όλα τα προηγούμενα οφείλουμε να αγαπάμε όλους τους ανθρώπους. Και ο Ιησούς Χριστός άλλωστε ήλθε στον κόσμο για να σώσει όλους τους αμαρτωλούς. Γι’ αυτό λοιπόν και εγώ σε προτρέπω, Τιμόθεε, και εσένα και τους άλλους αδελφούς, πρώτα απ’ όλα να κάνετε δεήσεις, προσευχές, παρακλήσεις, ευχαριστίες για όλους τους ανθρώπους, Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ (Λουκα 4,16-3) Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΙΑ ΤΗΝ ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

author Posted by: Επίσκοπος on date Σεπ 1st, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Κατά Λουκάν, κεφ. Δ΄, εδάφια 16-30

ΕΥΑΓΓΕΛΙΟ ΙΣΧΣ16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 Καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, 19 κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν.
20Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς ᾿Ιωσήφ; 23 Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ᾿Ηλιοὺ ἐν τῷ ᾿Ισραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ᾿Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾿Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾿Ισραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος.
28Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. 30 Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΙΑ ΤΗΝ ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ
ΤΗΣ ΑΡΧΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΠΟΤΟΜΗΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΡΑΣ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ (Ματθ.14,1-12) & EΡMHNEIA ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Αυγ 30th, 2023 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ

ΤΗΣ ΑΠΟΤΟΜΗΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΡΑΣ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ

Κατά Ματθαίον, κεφάλαιο ΙΔ΄, εδάφια 1-12

Ιερος Χρυσοστομος1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν ῾Ηρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ᾿Ιησοῦ. 2 Καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν ᾿Ιωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3 Ὁ γὰρ ῾Ηρῴδης κρατήσας τὸν ᾿Ιωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ ῾Ηρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4 Ἒλεγε γὰρ αὐτῷ ὁ ᾿Ιωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. 5 Kαὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6 Γενεσίων δὲ ἀγομένων τοῦ ῾Ηρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ῾Ηρωδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ ῾Ηρῴδη· 7 ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8 Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ. 9 Καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, 10 καὶ πέμψας ἀπεκεφάλισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. 11 Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. 12 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ᾿Ἰησοῦ. Read more »