Αυγουστίνος Καντιώτης



Archive for the ‘ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ’ Category

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ (Πραξ. 1, 1-12) & ομιλια του ΙΕΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

author Posted by: Επίσκοπος on date Ιούν 13th, 2024 | filed Filed under: ΑΠΟΣΤΟΛΟΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ

Πράξεις των Αποστόλων, κεφ. Α΄, εδάφια 1-12

1 Τόν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ ᾿Ιησοῦς ποιεῖν τε καὶ διδάσκειν 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ῾Αγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ῾Ιεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι ᾿Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ῾Αγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ (Ιω.9,1-38) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΕΚ ΓΕΝΕΤΗΣ ΤΥΦΛΟΥ

author Posted by: Επίσκοπος on date Ιούν 9th, 2024 | filed Filed under: ΕΥΑΓΓΕΛΙΑ ΚΥΡΙΑΚΗΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ

Κατά Ιωάννην, κεφ. Θ΄, εδάφια 1-38

++1 Καί παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος ᾿Ιησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ (Πρaξ.16,11-34) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Ιούν 8th, 2024 | filed Filed under: ΑΠΟΣΤΟΛΟΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ

Πράξεις των Αποστόλων, κεφ. ΙΣΤ΄, εδάφια 16-34

Αποστ.Παυλος16 ᾿Εγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. 17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 ᾿Ιδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ᾿Ιουδαῖοι ὑπάρχοντες. 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. 22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν, 23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Read more »

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ – Αγ. Γρηγοριου του Παλαμα: ΣΤΟ ΚΑΤΑ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗ ΙΩΑΝΝΗ Η΄ ΕΩΘΙΝΟ ΕΥΑΓΓΕΛΙΟ [Ιω.20,11-18]

author Posted by: Επίσκοπος on date Ιούν 7th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

 ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ
Αγ. Γρηγορίου του Παλαμά:

                        ΣΤΟ ΚΑΤΑ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗ ΙΩΑΝΝΗ

                   Η΄ ΕΩΘΙΝΟ ΕΥΑΓΓΕΛΙΟ[Ιω.20,11-18]

                  (το οποίο διαβάζεται κατά την Κυριακή του Τυφλού)

  Όπου εκτίθεται και ότι μεγάλων δωρεών θα αξιωθούν όσοι παραμένουν έως το τέλος με ευλάβεια στις ιερές συνάξεις.

……………………………………………………………………………………………………………………………………………………………

++    Ο Ιωάννης ο  Παρθένος είναι ο μόνος που απέκτησε και πλούτισε κατά χάρη μητέρα την μόνη από τις μητέρες Παρθένο, ο εξαιρετικά αγαπημένος του Χριστού, ο περισσότερο από τους άλλους ευαγγελιστές θεωρούμενος ως υιός βροντής, την οποία ο Κύριος ανέβηκε στους ουρανούς και κρότησε· γι΄αυτό, χρησιμοποιώντας πιο μεγαλόφωνο κήρυγμα, για να μας διατρανώσει το συμβάν της δεσποτικής αναστάσεως από τους νεκρούς και να ιστορήσει τον τρόπο της φανερώσεως μετά την ανάστασή Του, την περασμένη Κυριακή[:Κυριακή της Σαμαρείτιδος, ανάγνωση στον όρθρο του Ζ΄ Εωθινού Ευαγγελίου, Ιω.20,1-10] ακούστηκε να λέγει δια της περικοπής του ευαγγελικού συγγράμματός του: «Τ δ μι τν σαββάτων Μαρία Μαγδαλην ρχεται πρωΐ σκοτίας τι οσης ες τ μνημεον, κα βλέπει τν λίθον ρμένον κ το μνημείου. τρέχει ον κα ρχεται πρς Σίμωνα Πέτρον κα πρς τν λλον μαθητν ν φίλει ησος(:Αφού πέρασε το Σάββατο, την επόμενη ημέρα, που ήταν η πρώτη ημέρα της εβδομάδος, η Μαρία η Μαγδαληνή έρχεται στο μνημείο πρωί, όταν ήταν ακόμη σκοτάδι, και βλέπει ότι ο λίθος που έφραζε την είσοδο του τάφου ήταν σηκωμένος από το μνήμα. Όταν λοιπόν είδε το μνήμα ανοιχτό, τρέχει κι έρχεται στον Σίμωνα Πέτρο και στον άλλο μαθητή τον οποίο αγαπούσε ο Ιησούς)»[Ιω.20,1-2], δηλώνοντας στο σημείο αυτό τον εαυτό του. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΣΥΝΑΝΤΗΣΗ ΚΑΙ ΤΟΝ ΔΙΑΛΟΓΟ ΤΟΥ ΚΥΡΙΟΥ ΜΕ ΤΗ ΣΑΜΑΡΕΙΤΙΔΑ

author Posted by: Επίσκοπος on date Ιούν 2nd, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

++Κατά Ιωάννην, κεφ. Δ΄, εδάφια 5-42

5 Ἒρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ᾿Ιακὼβ ᾿Ιωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ᾿Ιακώβ. Ὁ οὖν ᾿Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.
7 Ἒρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· δός μοι πιεῖν. 8 Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ ᾿Ιουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται ᾿Ιουδαῖοι Σαμαρείταις. 10 Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾿Ιακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δι’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ [:Πραξ.11,19-30] – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΠΟΣΤΟΛΗ ΤΟΥ ΠΑΥΛΟΥ ΚΑΙ ΤΟΥ ΒΑΡΝΑΒΑ ΣΤΗΝ ΑΝΤΙΟΧΕΙΑ

author Posted by: Επίσκοπος on date Ιούν 1st, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

Πράξεις των Αποστόλων, κεφ. ΙΑ΄, εδάφια 19-30

19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ ᾿Αντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ᾿Ιουδαίοις. 20 ῏Ησαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς ᾿Αντιόχειαν ἐλάλουν πρὸς τοὺς ῾Ελληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον ᾿Ιησοῦν. 21 Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 ᾿Ηκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν ῾Ιεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως ᾿Αντιοχείας·23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ῾Αγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς ᾿Αντιόχειαν.26 Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν ᾿Αντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.27 ᾿Εν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ῾Ιεροσολύμων προφῆται εἰς ᾿Αντιόχειαν·28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ῎Αγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ᾿Ιουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ

Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ (Ιω. 7,37-52 και 8,12) & ομιλια της ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Μαι 29th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ

Κατά Ιωάννην, κεφ. Ζ’, εδάφια 37-52 και κεφ. Η΄, εδάφιο 12

++37 ᾿Εν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον, ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη.
40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
45 ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ (Ιω.5,1-16) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ ΤΗΣ ΒΗΘΕΣΔΑ

author Posted by: Επίσκοπος on date Μαι 26th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

Κατά Ιωάννην, κεφάλαιο Ε΄, εδάφια 1-15

++1 Μετά ταῦτα ἦν ἡ ἑορτὴ τῶν ᾿Ιουδαίων, καὶ ἀνέβη ὁ ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. 2 Ἔστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
6 Τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; 7 Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 Ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 Ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.15 Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ ΤΗΣ ΒΗΘΕΣΔΑ

Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ (Πραξ. 9, 32-42) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΑΙΝΕΑ ΚΑΙ ΤΗΝ ΑΝΑΣΤΑΣΗ ΤΗΣ ΤΑΒΙΘΑ ΑΠΟ ΤΟΝ ΑΠΟΣΤΟΛΟ ΠΕΤΡΟ

author Posted by: Επίσκοπος on date Μαι 25th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

      Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

           Πράξεις των Αποστόλων, κεφ. Θ΄, εδάφια 32-43                 

     Αγ.Ταβιθα οικοτρ. Κοζ32 ᾿Εγνετο δ Πτρον διερχμενον δι πντων κατελθεν κα πρς τος γους τος κατοικοντας Λδδαν 33 ερε δ κε νθρωπν τινα Αναν νματι, ξ τν κτ κατακεμενον π κραβττ, ς ν παραλελυμνος 34 κα επεν ατ Πτρος· Ανα, ἰᾶτα σε ᾿Ιησος Χριστς· νστηθι κα στρσον σεαυτ. κα εθως νστη. 35 Κα εδον ατν πντες ο κατοικοντες Λδδαν κα τν Σρωνα, οτινες πστρεψαν π τν Κριον.

    36 ᾿Εν ᾿Ιππ δ τις ν μαθτρια νματι Ταβιθ, διερμηνευομνη λγεται Δορκς· ατη ν πλρης γαθν ργων κα λεημοσυνν ν ποει. 37 γνετο δ ν τας μραις κεναις σθενσασαν ατν ποθανεν· λοσαντες δ ατν θηκαν ν περῴῳ. 38 γγς δ οσης Λδδης τ ᾿Ιππ ο μαθητα κοσαντες τι Πτρος στν ν ατ, πστειλαν δο νδρας πρς ατν παρακαλοντες μ κνσαι διελθεν ως ατν. 39 ναστς δ Πτρος συνλθεν ατος· ν παραγενμενον νγαγον ες τ περον, κα παρστησαν ατ πσαι α χραι κλαουσαι κα πιδεικνμεναι χιτνας κα μτια σα ποει μετ᾿ ατν οσα Δορκς.

      40κβαλν δ ξω πντας Πτρος θες τ γνατα προσηξατο, κα πιστρψας πρς τ σμα επε· Ταβιθ, νστηθι. δ νοιξε τος φθαλμος ατς, κα δοσα τν Πτρον νεκθισε. 41 Δος δ ατ χερα νστησεν ατν, φωνσας δ τος γους κα τς χρας παρστησεν ατν ζσαν. 42 Γνωστν δ γνετο καθ᾿ λης τς ᾿Ιππης, κα πολλο πστευσαν π τν Κριον. 43 ᾿Εγνετο δ μρας κανς μεναι ατν ν ᾿Ιππ παρ τινι Σμωνι βυρσε.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΑΙΝΕΑ ΚΑΙ ΤΗΝ ΑΝΑΣΤΑΣΗ ΤΗΣ ΤΑΒΙΘΑ
ΑΠΟ ΤΟΝ ΑΠΟΣΤΟΛΟ ΠΕΤΡΟ

Read more »

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΔΩΡΟΔΟΚΙΑ ΤΩΝ ΣΤΡΑΤΙΩΤΩΝ ΑΠΟ ΤΟΥΣ ΑΡΧΙΕΡΕΙΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΜΕΤΑ ΑΠΟ ΤΗΝ ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΚΥΡΙΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

author Posted by: Επίσκοπος on date Μαι 20th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

     Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΔΩΡΟΔΟΚΙΑ ΤΩΝ ΣΤΡΑΤΙΩΤΩΝ

                ΑΠΟ ΤΟΥΣ ΑΡΧΙΕΡΕΙΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ

        ΜΕΤΑ ΑΠΟ ΤΗΝ ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΚΥΡΙΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

             [Υπομνηματισμός των εδαφίων Ματθ.28,11-15]

      Ieros Xrus«Πορευομένων δ ατν, δού τινες τς κουστωδίας λθόντες ες τν πόλιν πήγγειλαν τος ρχιερεσιν παντα τ γενόμενα. κα συναχθέντες μετ τν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ργύρια καν δωκαν τος στρατιώταις λέγοντες·επατε τι ο μαθητα ατο νυκτς λθόντες κλεψαν ατν μν κοιμωμένων.  κα ἐὰν κουσθ τοτο π το γεμόνος, μες πείσομεν ατν κα μς μερίμνους ποιήσομεν. ο δ λαβόντες τ ργύρια ποίησαν ς διδάχθησαν. κα διεφημίσθη λόγος οτος παρ ουδαίοις μέχρι τς σήμερον(:καθώς λοιπόν αυτές πήγαιναν να αναγγείλουν αυτά στους αποστόλους, ιδού, μερικοί στρατιώτες από τη φρουρά που είχε τοποθετηθεί στον τάφο πήγαν στην πόλη κι ανήγγειλαν στους αρχιερείς όλα όσα είχαν γίνει.Κι αφού συγκεντρώθηκαν εκείνοι μαζί με τους πρεσβυτέρους κι έκαναν σύσκεψη, έδωσαν μεγάλο ποσό ασημένιων νομισμάτων στους στρατιώτες λέγοντάς τους: ’’Πείτε ότι οι μαθητές του ήλθαν μέσα στη νύχτα και τον έκλεψαν, όταν εμείς κοιμόμασταν.Κι αν αυτό καταγγελθεί στον ηγεμόνα, εμείς θα τον πείσουμε και θα σας απαλλάξουμε από κάθε ανησυχία και ευθύνη’’. Κι αυτοί, αφού πήραν τα χρήματα, έκαναν σύμφωνα με τις οδηγίες που πήραν. Και η φήμη αυτή, για τη δήθεν κλοπή του σώματος, διαδόθηκε ανάμεσα στους Ιουδαίους μέχρι σήμερα)»[Ματθ. 28,11-15]. Read more »

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΕΜΦΑΝΙΣΗ ΤΟΥ ΑΝΑΣΤΑΝΤΟΣ ΚΥΡΙΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΣΤΟΥΣ ΜΑΘΗΤΕΣ ΤΟΥ ΣΤΟ ΟΡΟΣ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ

author Posted by: Επίσκοπος on date Μαι 19th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

                 Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ

     ΓΙΑ ΤΗΝ ΕΜΦΑΝΙΣΗ ΤΟΥ ΑΝΑΣΤΑΝΤΟΣ ΚΥΡΙΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

           ΣΤΟΥΣ ΜΑΘΗΤΕΣ ΤΟΥ ΣΤΟ ΟΡΟΣ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ

               [υπομνηματισμός των εδαφίων Ματθ.28,16-20]

   ΑΝΑΣΤΑΣΗ Αγ. ΠΑΝΤΕΛ.«Ο δ νδεκα μαθητα πορεύθησαν ες τν Γαλιλαίαν, ες τ ρος ο τάξατο ατος ησος· κα δόντες ατν προσεκύνησαν ατ, ο δ δίστασαν(:στο μεταξύ οι έντεκα μαθητές πήγαν στη Γαλιλαία, στο όρος που τους καθόρισε ο Ιησούς. Εκεί Τον είδαν και Τον προσκύνησαν. Μερικοί όμως είχαν κάποια αμφιβολία αν ήταν Αυτός ο Ιησούς)». Αυτή η εμφάνιση στη Γαλιλαία νομίζω ότι είναι η τελευταία[:τις εμφανίσεις του Αναστημένου Κυρίου περιγράφουν διεξοδικότερα οι Ευαγγελιστές Λουκάς και Ιωάννης στα τελευταία χωρία των Ευαγγελίων τους], όταν τους έστειλε να βαπτίζουν. Και αν μερικοί δίστασαν, και από εδώ πάλι θαύμασε την αλήθεια και την ειλικρίνειά τους, ότι δεν αποκρύπτουν ούτε τα μέχρι και την τελευταία ημέρα ελαττώματά τους. Πλην όμως και αυτοί βεβαιώθηκαν για την Ανάσταση δια της εμφανίσεως του Κυρίου. Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ (Μαρκ.15,43-16,8) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Μαι 19th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

Κατά Μάρκον, κεφ. ΙΕ΄, εδάφια 42-47 και κεφ. ΙΣΤ΄, εδάφια 1-8

++Κεφ. ΙΕ΄ 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον, 43 ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. 44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ τίθεται.
Κεφ. ΙΣΤ’ 1 Καί διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ (Πραξ.6,1-7) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΕΚΛΟΓΗ ΤΩΝ ΕΠΤΑ ΔΙΑΚΟΝΩΝ

author Posted by: Επίσκοπος on date Μαι 18th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

Πράξεις των Αποστόλων, κεφ. ΣΤ΄, εδάφια 1-7

Ιερος Χρυσοστομος1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν ῾Ελληνιστῶν πρὸς τοὺς ῾Εβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ῾Αγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ῾Αγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον ᾿Αντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ῾Ιερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ᾿Ιουδαίων ὑπήκουον τῇ πίστει.

Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΕΚΛΟΓΗ ΤΩΝ ΕΠΤΑ ΔΙΑΚΟΝΩΝ
[υπομνηματισμός των χωρίων Πράξ.6,1-7]
Read more »

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ (Ιων.20,19-31) & YΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Μαι 12th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ

Κατά Ιωάννην, κεφάλαιο Κ΄, εδάφια 19-31

ψηλαφ.19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. 25 Ἒλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἒρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

YΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ
ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ
Read more »

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ (Πραξ. 5,12-20) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

author Posted by: Επίσκοπος on date Μαι 11th, 2024 | filed Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ

Πράξεις των Αποστόλων, κεφ. Ε΄, εδάφια 11-21

Ιερος Χρυσοστομος12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἂγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· 20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ

«Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός(:Στο μεταξύ με τα χέρια των αποστόλων γίνονταν συνεχώς πολλά εκπληκτικά και εξαιρετικά θαύματα, που επιβεβαίωναν ότι η διδασκαλία τους ήταν αληθινή και προκαλούσαν κατάπληξη στον λαό. Read more »